Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.259 Joseph. AJ 11.264 (English) >>Joseph. AJ 11.269

11.262ὡς δὲ βασιλεὺς μετὰ τοῦ Ἀμάνου εὐωχηθεὶς ἠξίου τὴν βασίλισσαν λέγειν αὐτῷ, τίνος βούλεται δωρεᾶς τυχεῖν, ὡς ληψομένην οὗπερ ἂν ἐπιθυμίαν ἔχῃ, τὸν τοῦ λαοῦ κίνδυνον ἀπωδύρετο καὶ πρὸς ἀπώλειαν ἔλεγεν μετὰ τοῦ ἔθνους ἐκδεδόσθαι, διὸ καὶ ποιεῖσθαι περὶ τούτων τοὺς λόγους· 11.263οὐ γὰρ ἂν ἠνωχληκέναι αὐτῷ, εἰ πρὸς δουλείαν πικρὰν ἐκέλευσεν αὐτοὺς ἀπεμποληθῆναι· μέτριον γὰρ τοῦτο τὸ κακόν· παρεκάλει τε τούτων ἀπαλλαγῆναι. 11.264ἐρωτήσαντος δὲ τοῦ βασιλέως, ὑπὸ τίνος εἴη ταῦτα γεγενημένα, κατηγόρει τὸ λοιπὸν ἤδη φανερῶς τοῦ Ἀμάνου καὶ τοῦτον ὄντα πονηρὸν ἐπʼ αὐτοὺς κατεσκευακέναι τὴν ἐπιβουλὴν ἤλεγχεν. 11.265ταραχθέντος δὲ πρὸς τοῦτο τοῦ βασιλέως καὶ ἀναπηδήσαντος εἰς τοὺς κήπους ἐκ τοῦ συμποσίου, τῆς Ἐσθήρας Ἀμάνης ἤρξατο δεῖσθαι καὶ παρακαλεῖν συγγνῶναι τῶν ἡμαρτημένων· συνῆκε γὰρ αὐτὸς ἐν κακοῖς ὤν· ἐπί τε τῆς κλίνης αὐτοῦ πεσόντος καὶ τὴν βασίλισσαν παρακαλοῦντος ἐπεισελθὼν βασιλεὺς καὶ πρὸς τὴν ὄψιν μᾶλλον παροξυνθεὶς εἶπεν, “ κάκιστε πάντων, καὶ βιάζεσθαί μου 11.266τὴν γυναῖκα ἐπιχειρεῖς;” Ἀμάνου δὲ πρὸς τοῦτο καταπλαγέντος καὶ μηδὲν ἔτι φθέγξασθαι δυνηθέντος, καὶ Σαβουζάνης εὐνοῦχος παρελθὼν κατηγόρει τοῦ Ἀμάνου, ὡς εὕροι σταυρὸν ἐπὶ τῆς οἰκίας αὐτοῦ παρεσκευασμένον ἐπὶ Μαρδοχαῖον τοῦτο γὰρ αὐτῷ πυνθανομένῳ τὸν οἰκέτην εἰπεῖν, ὅτε καλέσων αὐτὸν ἐπὶ τὸ δεῖπνον ἔλθοι πρὸς αὐτόν. εἶναι δὲ τὸν σταυρὸν ἔλεγεν ἑξήκοντα πήχεων τὸ ὕψος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.259 Joseph. AJ 11.264 (English) >>Joseph. AJ 11.269

Powered by PhiloLogic